Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.420 Joseph. BJ 4.428 (English) >>Joseph. BJ 4.434

4.425περιεπείροντο δὲ τοῖς ἐκείνων βέλεσι καὶ τοῖς ἀγριωτάτοις παραπλήσιοι θηρίοις ὥρμων ἐπὶ τὸν σίδηρον, διεφθείροντο δʼ οἱ μὲν κατὰ στόμα παιόμενοι τοῖς ξίφεσιν, οἱ δὲ ὑπὸ τῶν ἱππέων σκεδαννύμενοι. 4.426

Σπουδὴ γὰρ ἦν τῷ Πλακίδῳ τὰς ἐπὶ τὴν κώμην ὁρμὰς αὐτῶν διακλείειν. 4.427καὶ συνεχῶς παρελαύνων κατʼ ἐκεῖνο τὸ μέρος, ἔπειτα ἐπιστρέφων ἅμα καὶ τοῖς βέλεσι χρώμενος εὐστόχως ἀνῄρει τοὺς πλησιάζοντας καὶ δέει τοὺς πόρρωθεν ἀνέστρεφεν, μέχρι βίᾳ διεκπεσόντες οἱ γενναιότατοι πρὸς τὸ τεῖχος διέφευγον. 4.428ἀπορία δʼ εἶχε τοὺς φύλακας· οὔτε γὰρ ἀποκλεῖσαι τοὺς ἀπὸ τῶν Γαδάρων ὑπέμενον διὰ τοὺς σφετέρους καὶ δεξάμενοι συναπολεῖσθαι προσεδόκων. 4.429 δὴ καὶ συνέβη· συνωσθέντων γὰρ αὐτῶν εἰς τὸ τεῖχος παρʼ ὀλίγον μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς συνεισέπεσον, οὐ μὴν ἀλλὰ καὶ φθασάντων ἀποκλεῖσαι τὰς πύλας προσβαλὼν Πλάκιδος καὶ μέχρι δείλης γενναίως ἀγωνισάμενος τοῦ τείχους καὶ τῶν ἐν τῇ κώμῃ ἐκράτει. 4.430τὰ μὲν οὖν ἀργὰ πλήθη διεφθείρετο, φυγὴ δὲ ἦν τῶν δυνατωτέρων, τὰς δʼ οἰκίας οἱ στρατιῶται διήρπασαν καὶ τὴν κώμην ἐνέπρησαν. 4.431οἱ δὲ διαδράντες ἐξ αὐτῆς τοὺς κατὰ τὴν χώραν συνανέστησαν, καὶ τὰς μὲν αὐτῶν συμφορὰς ἐξαίροντες ἐπὶ μεῖζον, τῶν δὲ Ῥωμαίων τὴν στρατιὰν πᾶσαν ἐπιέναι λέγοντες πάντας πανταχόθεν ἐξέσεισαν τῷ δέει, γενόμενοί τε παμπληθεῖς ἔφευγον ἐπὶ Ἱεριχοῦντος·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.420 Joseph. BJ 4.428 (English) >>Joseph. BJ 4.434

Powered by PhiloLogic